2 Chronicles 25

1Ὢν πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Αμασιας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιωαδεν ἀπὸ Ιερουσαλημ. 2καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου, ἀλλ' οὐκ ἐν καρδίᾳ πλήρει. 3καὶ ἐγένετο ὡς κατέστη βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ· 4καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου, καθὼς γέγραπται, ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ Οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ' ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται. 5καὶ συνήγαγεν Αμασιας τὸν οἶκον Ιουδα καὶ ἀνέστησεν αὐτοὺς κατ' οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ ιουδα καὶ Ιερουσαλημ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ ευρεν αυτους τριακοσιας χιλιαδας δυνατους εξελθειν εις πολεμον κρατουντας δορυ και θυρεόν. 6καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου. 7καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ, ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ, πάντων τῶν υἱῶν Εφραιμ· 8ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι. 9καὶ εἶπεν Αμασιας τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἔδωκα τῇ δυνάμει Ισραηλ; Καὶ εἶπεν ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων. 10καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ. 11καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας· 12καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο. 13καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ' αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά. 14καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν. 15καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου; 16καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε Μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν προφήτης. καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου. 17καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις. 18καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων αχουχ. ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ 19εἶπας Ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπαίρει σε καρδία βαρεῖα· νῦν κάθησο ἐν οἴκῳ σου, καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ; 20καὶ οὐκ ἤκουσεν Αμασιας, ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων. 21καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα. ἐν Βαιθσαμυς, ἐστιν τοῦ ιουδα 22καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα. 23καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις· 24καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν. 25καὶ ἔζησεν Αμασιας τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε. 26καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ; 27καὶ ἐν τῷ καιρῷ, ἀπέστη Αμασιας ἀπὸ κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. 28καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ.
Copyright information for LXX